5
ΕΚΔΥΣΑΙ,
῾Ιερουσαλήμ, τὴν στολὴν τοῦ
πένθους καὶ τῆς κακώσεώς
σου καὶ ἔνδυσαι τὴν
εὐπρέπειαν τῆς παρὰ τοῦ
Θεοῦ δόξης εἰς τὸν αἰῶνα.
2 περιβαλοῦ τὴν διπλοΐδα τῆς
παρὰ τοῦ Θεοῦ δικαιοσύνης,
ἐπίθου τὴν μίτραν ἐπὶ
τὴν κεφαλήν σου τῆς δόξης
τοῦ αἰωνίου. 3 ὁ γὰρ Θεὸς
δείξει τῇ ὑπ᾿ οὐρανὸν
πάσῃ τὴν σὴν λαμπρότητα. 4
κληθήσεται γάρ σου τὸ ὄνομα
παρὰ τοῦ Θεοῦ εἰς τὸν
αἰῶνα· Εἰρήνη
δικαιοσύνης καὶ δόξα
θεοσεβείας. � 5 ᾿Ανάστηθι,
῾Ιερουσαλήμ, καὶ στῆθι
ἐπὶ τοῦ ὑψηλοῦ καὶ
περίβλεψαι πρὸς ἀνατολὰς
καὶ ἴδε συνηγμένα τὰ τέκνα
σου ἀπὸ ἡλίου δυσμῶν ἕως
ἀνατολῶν τῷ ρήματι τοῦ
ἁγίου χαίροντας τῇ τοῦ
Θεοῦ μνείᾳ. 6 ἐξῆλθον γὰρ
παρὰ σοῦ πεζοὶ ἀγόμενοι
ὑπὸ ἐχθρῶν, εἰσάγει δὲ
αὐτοὺς ὁ Θεὸς πρὸς σὲ
αἰρομένους μετὰ δόξης ὡς
θρόνον βασιλείας. 7 συνέταξε
γὰρ ὁ Θεὸς ταπεινοῦσθαι πᾶν
ὄρος ὑψηλὸν καὶ θῖνας
ἀεννάους καὶ φάραγγας
πληροῦσθαι εἰς ὁμαλισμὸν
τῆς γῆς, ἵνα βαδίσῃ
᾿Ισραὴλ ἀσφαλῶς τῇ τοῦ
Θεοῦ δόξῃ· 8 ἐσκίασαν
δὲ καὶ οἱ δρυμοὶ καὶ πᾶν
ξύλον εὐωδίας τῷ ᾿Ισραὴλ
προστάγματι τοῦ Θεοῦ· 9
ἡγήσεται γὰρ ὁ Θεὸς
᾿Ισραὴλ μετ᾿ εὐφροσύνης
τῷ φωτὶ τῆς δόξης αὐτοῦ
σὺν ἐλεημοσύνῃ καὶ
δικαιοσύνῃ τῇ παρ᾿ αὐτοῦ.