35
(Μασ.
ΚΗ´) ΚΑΙ ἐγένετο ἐν τῷ
τετάρτῳ ἔτει Σεδεκία
βασιλέως ᾿Ιούδα ἐν μηνὶ
τῷ πέμπτῳ εἶπέ μοι
᾿Ανανίας υἱὸς ᾿Αζὼρ ὁ
ψευδοπροφήτης ἀπὸ Γαβαὼν ἐν
οἴκῳ Κυρίου κατ� ὀφθαλμοὺς
τῶν ἱερέων καὶ παντὸς τοῦ
λαοῦ λέγων· 2 οὕτως εἶπε
Κύριος· συνέτριψα τὸν ζυγὸν
τοῦ βασιλέως Βαβυλῶνος· 3
ἔτι δύο ἔτη ἡμερῶν καὶ
ἐγὼ ἀποστρέψω εἰς τὸν
τόπον τοῦτον τὰ σκεύη οἴκου
Κυρίου 4 καὶ ᾿Ιεχονίαν καὶ
τὴν ἀποικίαν ᾿Ιούδα, ὅτι
συντρίψω τὸν ζυγὸν βασιλέως
Βαβυλῶνος. 5 καὶ εἶπεν
῾Ιερεμίας πρὸς ᾿Ανανίαν κατ�
ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ
καὶ κατ� ὀφθαλμοὺς τῶν
ἱερέων τῶν ἑστηκότων ἐν
οἴκῳ Κυρίου. 6 καὶ εἶπεν
῾Ιερεμίας· ἀληθῶς, οὕτως
ποιήσαι Κύριος, στήσαι τὸν
λόγον σου, ὃν σὺ προφητεύεις,
τοῦ ἐπιστρέψαι τὰ σκεύη
οἴκου Κυρίου καὶ πᾶσαν τὴν
ἀποικίαν ἐκ Βαβυλῶνος εἰς
τὸν τόπον τοῦτον. 7 πλὴν
ἀκούσατε τὸν λόγον Κυρίου,
ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα
ὑμῶν καὶ εἰς τὰ ὦτα
παντὸς τοῦ λαοῦ· 8 οἱ
προφῆται οἱ γεγονότες
πρότεροί μου καὶ πρότεροι
ὑμῶν ἀπὸ τοῦ αἰῶνος
καὶ ἐπροφήτευσαν ἐπὶ γῆς
πολλῆς καὶ ἐπὶ βασιλείας
μεγάλας εἰς πόλεμον· 9 ὁ
προφήτης ὁ προφητεύσας εἰς
εἰρήνην, ἐλθόντος τοῦ
λόγου γνώσονται τὸν προφήτην,
ὃν ἀπέστειλεν αὐτοῖς
Κύριος ἐν πίστει. 10 καὶ
ἔλαβεν ᾿Ανανίας ἐν
ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ
τοὺς κλοιοὺς ἀπὸ τοῦ
τραχήλου ῾Ιερεμίου καὶ
συνέτριψεν αὐτούς· 11 καὶ
εἶπεν ᾿Ανανίας κατ�
ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ
λέγων· οὕτως εἶπε Κύριος·
οὕτως συντρίψω τὸν ζυγὸν
βασιλέως Βαβυλῶνος ἀπὸ
τραχήλων πάντων τῶν ἐθνῶν.
καὶ ᾤχετο ῾Ιερεμίας εἰς
τὴν ὁδὸν αὐτοῦ. � 12 Καὶ
ἐγένετο λόγος Κυρίου πρὸς
῾Ιερεμίαν μετὰ τὸ συντρίψαι
᾿Ανανίαν τοὺς κλοιοὺς
ἀπὸ τοῦ τραχήλου αὐτοῦ
λέγων· 13 βάδιζε καὶ εἶπον
πρὸς ᾿Ανανίαν λέγων·
οὕτως εἶπε Κύριος· κλοιοὺς
ξυλίνους συνέτριψας, καὶ
ποιήσω ἀντ� αὐτῶν κλοιοὺς
σιδηροῦς, 14 ὅτι οὕτως εἶπε
Κύριος· ζυγὸν σιδηροῦν
ἔθηκα ἐπὶ τὸν τράχηλον
πάντων τῶν ἐθνῶν
ἐργάζεσθαι τῷ βασιλεῖ
Βαβυλῶνος. 15 καὶ εἶπεν
῾Ιερεμίας τῷ ᾿Ανανίᾳ·
οὐκ ἀπέσταλκέ σε Κύριος,
καὶ πεποιθέναι ἐποίησας τὸν
λαὸν τοῦτον ἐπ� ἀδίκῳ. 16
διὰ τοῦτο οὕτως εἶπε
Κύριος· ἰδοὺ ἐγὼ
ἐξαποστέλλω σε ἀπὸ προσώπου
τῆς γῆς, τούτῳ τῷ
ἐνιαυτῷ ἀποθανῇ. 17 καὶ
ἀπέθανεν ἐν τῷ μηνὶ τῷ
ἑβδόμῳ.